De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

αὐτὴ γὰρ ἡ φύσις ἡγεῖται καὶ διδάσκει τὸ ποιητέον οὐ μόνον τούς τι σοφώτερον ἐπισταμένους ἀλλὰ καὶ τοὺς ἰδιώτας· καὶ ἔγωγε πολλάκις συνεχῶς χρῆσθαι τοῖς τοιούτοις ὑποτρίμμασιν ἐκέλευον <ἂν> οἷς μέλει διαίτης, εἰ μὴ τῆς σαρκὸς τῶν φοινίκων ἐμίγνυον αὐτοῖς ἔνιοι τῶν ὀψοποιῶν πάμπολυ.

γινώσκειν οὖν χρὴ καὶ περὶ τῶν ὑποτριμμάτων ἐν βραχεῖ· τὰ μὲν δὴ <διὰ> τῶν δριμέων τε καὶ θερμῶν πλείστων οἷάπερ ἐστὶ τά τε νῦν εἰρημένα καὶ ὅσα διά κρομμύων τε καὶ σκορόδων ἢ κοριάνου σκευάζουσι, ταῦτα μὲν οὖν ἅπαντα τῆς λεπτυνούσης ἐστὶ δυνάμεως, ὅσα δ’ ἧττον τούτων μὲν μετέχει πλειόνων δὲ τῶν παχυνόντων, ἐπί μικτὰ ταῖς δυνάμεσιν ὑπάρχει.