De victu attenuante
Galen
Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898
οὐ μικρὸν δὲ δήπου διαφέρει καὶ τὸ δι’ ὀξυμέλιτος ἢ ὄξους ἢ ἀλῶν ἢ ἐλαίου προσενέγκασθαί τι τῶν τοιούτων· ἐπιτείνεται μὲν γὰρ ἡ δύναμις αὐτῶν ὄξει τε καὶ ὀξυμέλιτι, καθαιρεῖται δ᾿ ἐλαίῳ· πρὸς γὰρ τῷ μηδὲν ὑπάρχειν ἐλαίῳ παχέων χυμῶν λεπτυντικὸν ἔτι καὶ τὴν ἰσχὺν ὅσα τοῦτο δρᾶν πέφυκε καθαιρεῖ.
ταῦτ’ ἄρα καὶ τῶν τῶν ἐδεσμάτων ὑδατώδη τε καὶ ἀμβλέα γευομένοις ἐστίν — ὑπάρχει δὲ τοῦτο διὰ περιττὴν ὑγρότητα τοῖς πλείστοις τῶν λαχανωδῶν καὶ μάλιστα [*](4—20 ὁ 188, 7—189, 2) [*](1 πανταχόθεν G: ubique L 5 δριμύ G: acutum quid L 7 κατά ταὐτὰ scripsi: κατὰ ταῦτα G: secundum hoc L 9 ἐμποιεῖ G 15 εἰσὶ G 22 ὅσα G: omnium quecumque L: cf. Fleckeiseni annal. suppl. XXIII 682 7)
9
τοῖς κηπευομένοις — ἅπαντα ταῦτα δι’ ὄξους ἐσθίουσιν, ὅσα μὲν ἥδιον ὦμά προσφέρεσθαι, γάρου μιγνύντες, ὅσα δ’ ἑφθά, τοὔλαιον ἐπιχέοντες· ἔνια δὲ καὶ δι’ ὑποτριμμάτων ἐσθίουσιν ὄξος μὲν ἐχόντων ἀπάντων, ἀλλ’ ἤτοι μετὰ μέλιτος ἢ νάπυος, ἄνηθον ἢ Λιβυστικὸν ἢ κύμινον ἢ σέλινον ἢ τὸ τοῦ κάρου σπέρμα μιγνύντες ἢ τι τοιοῦτον ἕτερον.