De victu attenuante
Galen
Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898
τὰ τοίνυν ἁπαλὰ καὶ νέα πάντα διὰ τὸ πλῆθος ἔτι τῆς ὑγρότητος ἢν ἔτ’ αύξανόμενα κέκτηται, μέτρια ταῖς δυνάμεσίν ἐστιν, ὧς καὶ μικρῷ πρόσθεν εἴρηται, καὶ διὰ τὴν αἰτίαν τήνδε πολλὰ τῶν φαρμακωδῶν, ἔστ’ ἂν ἔτι φύηται καὶ αὔξηται, παραπλησίως τοῖς ἐδέσμασιν ἐσθίεται, καθάπερ οἵ [*](23 μικρῷ πρόσθεν] § 8) [*](3 κράμβη GO: caulis L: κράμβαι Ο τεῦτλα] εὑ et λ in lit. G1 (scripserat τλεῦτα) 4 bleta d: blitum p: bletum v δ’ τλεύτων G γε scripsi: τε G: om. L 7 κολοκύνταις G 10. 11 μῆλα—σίκυοι om. L 20 ἀπλᾶ G: tenera L 22 δυνάμεσιν εἰσιν G)
εἰδέναι δὲ δεῖ πάντα τὰ τοιαῦτα τελειωθέντα μὲν ἱκανῶς τμητικά, φυόμενα δὲ καὶ αὐξανόμενα μετρίως λεπτύνειν· οὕτω γέ τοι καὶ ἡ ἀκαλήφη πρὶν ξηρανθῆναι παραπλησίως γε μαλάχαις καὶ τοῖς τεύτλοις ἐδώδιμος ὑπάρχει, μάραθρον δὲ καὶ πήγανον καὶ κορίανον καὶ ἄνηθον ἐκ τῆς αὐτῆς ἐστι τούτοις ἰδέας πρὸς τῷ καὶ θερμαίνειν ἐπιφανῶς.