Epistulae
Themistocles
Themistocles Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
Μὴ ζήλου, ὦ Καλλία, Ἀριστείδην τοῦ φθόνου· οὐδὲ γὰρ ἐκεῖνος πολλά σε ἔφη ζηλῶσαι τοῦ πλούτου. καίτοι μακρῷ ἄμεινον ἦν, ἃ πάντες εὔχονται σφίσιν αὐτοῖς καὶ γενεαῖς σφετέραις, κἀκεῖνον ἀσπάζεσθαι, ἢ ἃ πάντες ἐχθαίρουσι καὶ ἐπάρατα ἡγοῦνται, ἐκεῖνά σε μιμεῖσθαι. μηδὲν οὖν αἰτιῶ μηδὲ σωφρόνιζε Ἀθηναίους ὅτι εἰκαίως χειροτονοῦσι καὶ ἐκ τῶν ἀναξίων αἱροῦνται προστάτας, εἰς ἐμὲ αἰνιττόμενος, ἀλλὰ πρῶτον ἐκεῖνο σκόπει, ὅτι ἐπιπλήττεις αὐτοῖς νενικηκότας προστάτας κεχειροτονηκόσιν, ἔπειτα ὅστις ὢν αὐτὸς ταῦτα ληρεῖς καὶ ὅτι οὐδὲ μετὰ πολλοὺς ἄλλους Θεμιστοκλέας στρατηγὸς ὧδε ἀποδειχθῆναι δεδυνημένος. οὐ γὰρ τῶν τυμβωρυχησάντων τοὺς ἐν τοῖς λάκκοις ἐν Μαραθῶνι κατασεσηπότας Πέρσας, ἀλλὰ τῶν καταναυμαχησάντων καὶ ἀποκτεινάντων τοὺς ἐν Σαλαμῖνι καὶ ἐν Εὐβοίᾳ παραταττομένους ἔδει στρατηγῶν τῇ πόλει, οὐδὲ καθόλου ἡγεμόνων πολλὰ μὲν χρήματα κεκτημένων, ὁπόθεν δὲ αὐτὰ κέκτηνται εἰπεῖν οὐ δυναμένων, ἀλλὰ μεγάλα καὶ καλὰ ἔργα διαπραξαμένων. σὺ δὲ ἐν οἷς μὲν δυνατώτατος ἦσθα αὐτὸς ἑαυτοῦ καὶ τῶν ἄλλων οὐδὲν ὀνήσας τὴν πόλιν, ἐν οἷς δὲ ἀχρηστότατος εἶ πάντων Ἀθηναίων, ἐν τούτοις περιεργάζεσθαι καὶ πολυπραγμονεῖν ἐπιχειρεῖς, καὶ πλοῦτον μὲν τοσοῦτον ὄντα, ὅσον οὐκ ὀλίγαι μυριάδες Περσῶν ἐπλούτουν, οὓς παντας σοι ἐκληρονομήσω, οὐκ οἶδ’ ὅπως ἀφελόμενος τους μαχεσαμένους αὐτοῖς καὶ τὴν πόλιν σύμπασαν τὰ λάφυρα, οὔτε μικρὸν οὔτε μέγα οὐδὲν ὤνησας οὐδέποτε τὴν πατρίδα, λόγοις δὲ ἄρα, ἐν οἷς σὺ ἀδυνατωτατος, σωφρονίζειν αὐτὴν ἐπιχειρεῖς καὶ περὶ πολεμικῶν ἔργων, ἐν οἷς ἀχρηστότατος εἶ καὶ ἀνανδρότατος, ἐπιτιμᾷς Ἀθηναίοις οὕτω καὶ μὴ οὕτω διαγνοῦσιν. ἀλλ’ ὧδε ἔχει, ὦ Καλλία. τοὺς λέοντας ζωοὺς μὲν ὄντας οὔτε οἱ ταῦροι ὑπομένουσιν οὔτε ἄλλο τι τῶν παμμεγάλων καὶ ἀλκίμων θηρίων, πεσόντων δὲ αὐτῶν καὶ κειμένων οὐδὲν θαυμαστὸν εἰ καὶ οἱ μύες ἐπ’ αὐτοὺς ἀναβαίνουσιν. ὥστε καὶ σὺ νῦν μὲν ἐφάλλῃ ἡμῖν ᾗ βούλει καὶ ἐμπηδᾷς, ὅτι πᾶσιν ἐσμὲν περίπατος· οὐδὲν μέντοι τῶν ἀδοκήτων, εἰ καὶ ἡμῖν ποτὲ ἔτι γοῦν ἐμπνέουσι καὶ τὴν ψυχὴν ἔχουσι δώσει
θεὸς ὑπομνῆσαι ταύτης τῆς δημηγορίας. δώσει δ’, εὖ οἶδ’ ὅτι δώσει. οὐκ ἀρετᾷ κακὰ ἔργα, φασὶν οἱ ποιηταί.