Epistulae

Themistocles

Themistocles Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἦπου Λεωβώτης ὁ Ἀγρυλεύς, ὦ Λέαγρε, καὶ Λύσανδρος ὁ Σκαμβωνίδης καὶ Προνάπης ὁ Πρασιεὺς νῦν μὲν ἀσπάζονται τὸν Ἀθηναίων δῆμον, ὃς οὔποτε ἄλλοτε οὕτως μὲν αὐτοὺς πιστοὺς ὑπέλαβεν εἶναι, οὕτω δὲ δικαίους καὶ εὐόρκους, ὥστε περὶ τοσούτου ἀδικήματος ἐπεχώρησεν ἐξομόσασθαι σφίσι, τῆς ξυμπάντων τῶν Ἑλλήνων προδοσίας· νῦν δ’ ἐφ’ αὑτοῖς φρονοῦσι πάμμεγα δή τι ἄρα καὶ ἡλίκον οὐκ ἂν ἄλλοι φρονοῖεν, οὐκ ἀπαλλαγέντες μόνον τῆς ὑποψίας καὶ τῆς βλασφημίας τῆς εἰς αὐτοὺς γενομένης καὶ λεχθείσης, ἀλλὰ μετὰ τοῦ εὐσεβεῖς καὶ ὅσιοι πεπιστεῦσθαι ἀπαλλαγέντες. ἀλλ’ οὐ γὰρ ὁ Γλαύκωνος μὲν υἱὸς Λέαγρος ἐμὸς δὲ ἡλικιώτης καὶ συνέφηβος οὔτ’ οὖν Ἀθηναίους τούτου γε ἕνεκα ἀγασθήσεται (τὰ δὲ ἄλλα ἀσπαζέσθω καὶ ἀγαπάτω αὐτούς), οὔτε ἐπ’ αὐτῷ σεμνυνεῖται ἀλλ’ αἰσχυνεῖται. ὑμεῖς μὲν γάρ, ὦ Λέαγρε, τῇ μὲν ὑμετέρᾳ σωτηρίᾳ μόνῃ, ἐμῇ δὲ δυστυχίᾳ χάριν ἐπιστάμενοι οὐχ ἁμαρτήσεσθε, ὅτι ὥσπερ μεγάλου καὶ πίονος θρέμματος καὶ ἀγρεύματος πεσόντος ἄδην ἔσχετε τοῖς Ἀθηναίοις τῆς ἐμῆς θοίνης. καί μοι τοῦτο γοῦν μόνον (ἀποθαρρήσω γὰρ εἰπεῖν) εὐτύχηται, τὰ ἄλλα πάντα οὕτως ἀρρήτως κακῶς πεπραγότι. ἀλλ’ ὑμᾶς γε τοὺς ἐμοὺς φίλους οὐ μετρίως ὤνησα ταῦτα παθὼν ἃ πέπονθα· ἐπιθαρρεῖν δὲ καὶ τὸ μεῖζον ἔτι ἀγάλλεσθαι ἐπὶ τῇ τοιαύτῃ σωτηρίᾳ τίς ἂν εὖ φρονῶν

ὑπομείνειε; πρότερον οὐχ ὅτι καὶ οὗτοι καταβεβοῆσθαι καταβόησιν εἰς τοὺς Ἕλληνας οὕτω μὲν ἀνήκεστον καὶ δεινήν, οὕτω δὲ ἄδικον καὶ ψευδῆ, ἀλλ’ ὅτι οἱ μὲν ἐπιορκοῦντες Ἀριστείδης ἦν καὶ Φαιδρίας καὶ Τισίνικος καὶ Ἀλκμεωνίδης, οἱ δὲ ὀμνύντες ὑμεῖς; καὶ οὐ κατέπεσεν, ὦ θεοὶ καὶ δαίμονες οἱ τῆς ἀληθείας τῆς ἐν ἀνθρώποις ἵστορες, τὸ πρὸς ὑμῶν ὀμνυόμενον ἕδος τῆς θεοῦ, μᾶλλον δὲ αὐτὸς ὁ νεὼς ἐπὶ τὰ τῶν ἀλιτηρίων ἐκείνων βρέγματα τῶν τότε ὑμᾶς ὁρκούντων; ἀλλὰ νῦν μὲν ὑμῖν πιστεύουσιν ὅτι ὀμωμόκατε, πρὶν δ’ ἄρα οὐκ ἐπίστευον; διὰ τί οὖν οὐχὶ κἀμὲ ὥρκωσαν, ἵνα κἀμοὶ πεισθῶσιν; εἰ δ’ ἐμὲ μὲν πονηρὸν ἡγοῦντο, ὑμᾶς δὲ χρηστούς, διὰ τί οὐ καὶ ὑμᾶς ᾐτιῶντο τηνικαῦτα τοὺς χρηστούς, ὅτεπερ κἀμὲ τὸν πονηρόν; δεῖ γὰρ ἤτοι τὸν τρόπον τὸν ἐπὶ τῷ ἀνθρώπῳ ἢ τὸν ὅρκον τὸν ἐπὶ τῷ θεῷ πιστὸν εἶναι καὶ πιστοὺς μὲν ὑμῶν εἰδότες τοὺς τρόπους οὐκ ἂν ἐπὶ τὸν ὅρκον ἦγον, πιστὸν δὲ εἰδότες τὸν ὅρκον οὐκ ἂν ἐφλυάρουν οὐδ’ ᾐτιῶντο τὸν τρόπον. ἀλλ’ οὐδέν ἐστι τούτων ὑγιὲς οὐδ’ οὕτως ἔχον, ὦ Λέαγρε, ὥσπερ ἐκεῖνοί φασιν, ἀλλὰ τὰς μὲν παρούσας παροχάς, καθάπερ ἔλεγον, ὁ φθόνος αὐτῶν πεποίηται πρὸς ὑμᾶς, ὅτι οὔπω μετὰ Θεμιστοκλέα ἄλλου δέονται, ἀλλ’ ὅτι ἐμοῦ πλήρεις εἰσίν. εἰ δ’, οἷον εἰκός, ἔρρει τὰ κατ’ ἐμὲ ἤδη, τηνικαῦτα δὴ ὀρρωδῶ μὲν ἐγὼ περὶ ὑμῶν, δεδιττέον δὲ ὑμῖν αὐτοῖς ὑπὲρ ὑμῶν αὐτῶν μὴ κενὸς ὑμῶν ὁ ὅρκος γένηται πεπιστεῦσθαι μὲν οἰόμενοι, πιστεύσασι δὲ ἐξαπατώμενοι, κἀγὼ μὲν ὁ μὴ πιστευόμενος ὀμνὺς ἔξω βεβηκὼς ἁρκύων καὶ ἁρκυωρῶν τύχω, ὑμεῖς δὲ οἱ μαρτυρόμενοι ὅτι εὐσεβεῖς ἐστὲ καὶ εὔορκοι ἐς τάδε, ἐνασεβηθῆτε καὶ ἐνεπιορκηθῆτε ὑπὸ τῶν μαρτύρων. δεδίττει ἡμᾶς, ὦ Θεμιστόκλεις, καὶ δειματοῖς ταῦτα λέγων, φήσει τις ἴσως. σιωπῶν γὰρ ὑμᾶς οὐ δεδίττομαι, ἀλλ’ εἰ μὲν λέγοιμι, ἀκούσεσθέ μου· εἰ δὲ μηδὲ τοῦτο, οὐ μέμνησθέ μου ὅτι ἐγὼ μὲν ὁ πᾶσιν Ἀθηναίοις προστάξας ἐκλιπεῖν μὲν τὸ ἄστυ εἰς δὲ τὰς ναῦς ἐμβαίνειν καὶ πείσας, μᾶλλον δὲ ὑπακουσθεὶς οὐκ ἔπεισα τοὺς αὐτοὺς τούτους ἵνα μοι ἐπιχωρήσειαν οἰκῆσαι μετ’ αὐτῶν Ἀθήνησιν καὶ τί μετ’ αὐτῶν λέγω; οὐδὲ δίχα Ἀθηναίων ἐν τῆ Ἑλλάδι. ἀλλ’ ὁ Πύθιος αὐτοῖς (καὶ γὰρ τοῦτό με ἐκάλουν, ὅτεπερ τὸν χρησμὸν αὐτοῖς ἐξηγησάμην) οὔτε Δελφῶν οὔτε Δήλου, τὸ δ’ ἐπὶ τούτοις εἶναι οὐδὲ Ξάνθου μοῖραν ἔχω, εἰ μὴ τελευτῶν εἰς Ὑπερβορέους ἐκτοπίσαιμι· καὶ ᾧ ὑπανέστησαν οἱ Ἕλληνες Ὀλυμπίαζε παρελθόντι ἐπὶ τὴν θέαν τοῦ γυμνικοῦ ἀγῶνος, τούτῳ οὐχ ὅτι ἐν πανηγύρει καὶ θεάτρῳ τιμὴ καὶ προεδρία τὰ νῦν, ἀλλ’ οὐδ’ ἐν βεβήλῳ τῆς Ἑλλάδος οἴκησις, οὐδ’ ἐν ἱερῷ ἱκετεία καὶ κατάφευξις. ταῦτα οὐκ ὀρρωδεῖτε, ὦ Λέαγρε, οὐδ’ ὕπεισιν ὑμᾶς θάμβος, ἀλλὰ μετὰ τὸν ὅρκον πάντ’ ἔχειν ὑμῖν οἴεσθε καλῶς; καὶ ἔχοι γάρ, ὦ δέσποινα Ἀθηνᾶ· ἀλλ’ οὐδὲν οὕτως ἀνόητον ὡς ὅταν μὴ διαφέρωσιν εὐχαὶ καὶ ἐλπίδες. τί οὖν ποιητέον, ἐρήσῃ με. φεύγωμεν ἄρα μηδενὸς ἡμᾶς ἐλαύνοντος; οὐ λέγω τοῦτο,
ἀλλὰ μὴ κοιμᾶσθε· ἀπιστεῖτε, φοβεῖσθε. ὑποθήσεται τὸ τηνικάδε ἢ ἀποχωρεῖν, ἂν τούτου δέῃ, καὶ ποιον τις αυτη ἢν τοῦ ἔργου μόνον φροντίζητε. ἢν δὲ ῥᾳθυμῆτε πάντ’ ἔχειν ἡγούμενοι κατὰ τρόπον, δέδοικα μήποτε ὁ δυστυχὴς ἐγὼ ὅλας τὰς Ἀθήνας ἄντικρυς ἀφῃρημένος ὦ. μέχρι γὰρ νῦν ἔχω τι αὐτῶν καὶ μὰ Δί’ οὐχὶ τὸ φαυλότατον, ἀλλὰ τὸ βέλτιστον περιόντων ἔτι καὶ ζώντων μοι τῶν φίλων. εἰ δ’ οὖν ἐγὼ μὲν φυγὰς ὅποι ποτὲ γῆς ἀλώμενος, οἱ δ’ ἐχθροὶ οὑμοὶ λαμπροὶ καὶ μέγα ἰσχύοντες, οἱ δὲ ἑταῖροι ὑμεῖς οὔτε αὐτόθι οὔθ’ ὁμοῦ, δουλεία δ’ ἐν τῷ μέσῳ παιδαρίων ὀρφανῶν πολλῶν, γυναικῶν ἐρήμων τῶν ὑμετέρων καὶ τῶν ἐμῶν, ἐνίων δὲ καὶ πρεσβυτῶν καὶ πρεσβυτίδων (ἐνίοις γὰρ αὐτῶν καὶ οἱ γονεῖς ἔτι εἰσίν), εἰ ταῦτα πάντα ἀθρόα ὥσπερ ἔφην καταλαμβάνοι, ἆρά γε οὐχὶ κἀμοὶ τῷ παντὶ ἄμεινον αὐτομολεῖν δεῦρο καὶ πάσχειν τὰ τοῖς ἐχθροῖς δοκοῦντα ἢ τούτων τι ὁρᾶν γιγνόμενον καὶ ἀκούειν λεγόμενον; τοιγάρτοι ταῦτά μοι οὕτως γε ὁσημέραι καὶ νυκτὸς ἐκφρόντιζε καὶ διακρίβου, ὦ Λέαγρε, καὶ τοῖς ἑταίροις ἡμῶν ἅπασιν ὑποτίθεσο καὶ παρηγόρει καὶ πρὸς ταῦτα προηγεῖσθαι διαπειρῶ μὴ μόνον τοῖς ὡρκωμένοις, ἀλλὰ καὶ τοῖς ἀνωμότοις, οἶσθα δὲ πάντας αὐτούς. καὶ ταύτης γε αὐτῆς τῆς ἐπιστολῆς ἄχρι τοῦδε τουτὶ πᾶν τὸ μέρος ἐπιδείκνυσο αὐτοῖς, εἰ βούλει, καὶ παραναγίγνωσκε, τὰ μέντοι μετὰ τοῦτο ἢ ἀπαλειψάμενος διάφθειρον ἢ ἀποτεμόμενος ἔχε, καὶ ἔξω μόνου σοῦ τοῖς ἄλλοις πᾶσιν ἀνθρώποις γενέσθω ἄγνωστον. ἐγὼ γὰρ οὐκ ἀγνοῶ μὲν ὅτι καὶ θερμὸν καὶ θρασὺν καὶ ἀποκεκινδυνευκότα μᾶλλον ἢ παρακεκινδυνευμένον ἀναρρίπτω κύβον, ἀλλ’ οὐδὲν ἧττον ἀναρρίπτω καὶ τολμῶ καὶ δέδοκταί μοι, κἀμὲ μήτε Λέαγρος οὑμὸς ἑταῖρος ἐπισχεῖν θελήσει τῆς ὁρμῆς (οὐ γὰρ ἐφεξει) μήτε Νεοκλῆς ὁ πατὴρ ἢ Θεμιστοκλῆς ὁ θεῖος ἀναβιώσαντες νῦν καὶ δεῦρο ἀφικόμενοι, ἀλλὰ μηδ’ ὄρνις μηδὲ φήμη μηδ’ αὐτὸς ὁ τὸ ξύλινον τεῖχος περιτειχίσασθαι τοῖς πολίταις σου θεσπίσας. ἀλλ’ εὐφήμει, ὦ κράτιστε, καὶ θεοῖς εὔχου σωτηρίαν καὶ νόστον ἡμῖν ἀπήμονα ὀπίσω πέμψαι καὶ τὸ τέλος τῶν ἐγχειρουμένων μὴ μόνον ὡς ἐλπίζομεν ἀλλὰ καὶ ὡς ἄξιοι ἐσμὲν οὕτως ἡμῖν ἐπιθέσθαι. διέγνωκα γὰρ ἀπαίρειν ἐκ τῆς Ἐφέσου αὐτίκα παρὰ βασιλέα τὸν ὡς σὺ μὲν οἶσθα πολέμιον, ὡς δὲ Ἀθηναῖοί φασι (καὶ μαντεύοιντο, ὦ Ζεῦ δέσποτα, καὶ τἀληθῆ λέγοιεν) φίλον. προπέμπεταί τέ μοι παρ’ αὐτὸν ἤδη, καὶ ἤπια τῷ ἀγγέλῳ ἀπεκρίνατο καὶ πρὸς ἐμὲ ἐπέστειλεν, ὥστε με παντάπασιν ἐκπεπλῆχθαι καὶ θαμβεῖν ἐσχάτως, εἰ μὴ τοσοῦτο μόνον, ὅτι οὐδὲ ἡμεῖς ἀληθὲς οὐδὲν πώποτε οὔτ’ εἴπομεν ἐκείνῳ οὔτ’ ἐπεστείλαμεν. ἀλλ’ οὐ γὰρ ἂν ἡμᾶς μιμούμενος τύχοι βασιλεὺς ὢν μέγας, καὶ οὐδὲν οὕτω ψευδομένῳ χρήσιμον κακῶς ἡμᾶς ποιεῖν, παρὸν εἰ ἐβούλετο καὶ τἀληθῆ λέγοντα. ἐγὼ μὲν οὖν εἶμι ὡς ἐκεῖνον, ὅ τι δὲ δράσων ἢν δύνωμαι, αἰσχύνομαι μὲν λέγειν, ἀλλʼ ὅτι βούλομαι πράττειν ἢν δύνωμαι· σὺ δὲ αὐτόθι ἐπιμέλου σῴην δύνωμαι, αἰσχύνομαι μὲν λέγειν, ἀλλ’ ὅτι βούλομαι πράττειν ἣν δύνωμαι· σὺ δὲ αὐτόθι ἐπιμέλου ’̔
τε τῶν ἡμετέρων ἥκιστα μὲν ἐπιφανῶς, ὅτι οὕτως ἀμφοῖν συμφέρει, μάλιστα μέντοι πεφροντισμένως, ὥσπερ καὶ ὅτι ποιήσεις εὖ οἶδα ἐγώ· καὶ μᾶλλον γένοιτο φανερῶς σε ἐπιμέλεσθαι τῶν ἐμῶν ἢ ἀμελῶς αὐτὰ διατίθεσθαι δεδοικότα. ἀλλὰ κἀκεῖνό γε, εἴ με στέργεις, εὐλαβοῦ, πρῶτον μὲν σαυτοῦ ἕνεκα, ὃς ἐμοὶ τῆς ἐμῆς ψυχῆς ἄξιος εἶ, εἶτα καὶ δι’ ἐμὲ καὶ τἀμά, ἵνα πολὺν ἡμῖν χρόνον ὠφέλιμος ᾖς καὶ χρήσιμος. ταυτὶ μὲν ὧδε ἐπέσταλται ἡμῖν ἣι ἐνόμιζον εἶναι παρὰ σέ, πειράσομαι δὲ καὶ τὰ λοιπὰ ὅπως ἂν ἡμῖν ἔχῃ, διαδηλοῦν σοι τάχιστα, ἵνα μηδὲν ἀγνοῇς τῶν ἐμῶν.