Epistulae

Themistocles

Themistocles Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τεθάρρηταί μοι τὰ μεγάλα καὶ δεινὰ ἐκεῖνα, ὦ Ἁβρώνιχε. ἧκέ σοι παρ’ ἡμῶν Εὐξίθεος ἀπὸ γλώττης διαλεξόμενος καὶ δηλώσων ὅπως μοι διέγνωσται, σὺ δ’ ἐσιώπας, ὡς ἔφασκεν ἐκεῖνος, εἰς τὴν γῆν κύπτων, ἐπαινεῖν μὲν οὐκ ἔχων, ὡς ἐμὲ εἰκάσαι, κωλύειν δ’ οὐκ ἐθέλων. καὶ καλῶς ἐποίεις· οὐ γὰρ ἂν ἐκώλυσας, βλασφημεῖν δ’ οὐχ ἥρμοττεν. ἀλλ’ εἶμί γε, εἶμι, καὶ ἐπὶ τῆς ἀπήνης ἤδη καθεζόμενος ταυτὶ γέγραφα. εὖ πρᾶττε καὶ περὶ ἡμῶν εὐθύμει.