Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τὰ πολιτεύματά σου τὰ ἐν Καμαρίνῃ, Τίμανδρε, καὶ ὁ πολὺς οἰκτισμὸς ἐπὶ τοῖς ὑφ’ ἡμῶν ἀπολουμένοις ἐπέρρωσε μὰ τὸν Δία οὐδὲ βουλομένους τοὺς περὶ Κλεόμβροτον ἐνεῖρξαι τῷ ταύρῳ. ἐδεδοίκειν γὰρ ἄδειαν αὐτοῖς ἐπιχορηγήσας παῦσαί σε κατ’ ἐμοῦ τὴν πόλιν ἀνιστάντα· ἡδέως γὰρ ἐμαυτὸν πολίτευμα παρέχω τῷ δήμῳ, ἕως οὐκ αἰσχύνονται Καμαριναῖοι τῶν σῶν ἀνεχόμενοι λόγων, οὗ τὰ πολιτεύματα οὐχ ὅπως ἐπὶ Φάλαριν ἀμήχανα ἀλλ’ οὐδ’ ἐπὶ οἰκέτην Φαλάριδος ἂν θείην. καὶ χαλεπὸν μέν, εἰ καὶ πάνυ συνέφερεν αὐτοῖς πολεμεῖν Ἀκραγαντίνοις, τὸ πεισθέντας ἅψασθαι τῶν ἔργων· νῦν δ’ ὁ πόλεμος αὐτοῖς τῷ παντὶ βαρύτερος τοῦ συμβούλου, μᾶλλον δ’ ὁ δημηγόρος οὐδὲ μικρὰ ῥοπὴ τῆς τούτου ταλαιπωρίας.

(2) ἐγείρειν μέντοι τὰ πλήθη λέγοντα τὰς αἰτίας ἥρμοζεν, ἵν’ ἡ πόλις πεισθεῖσα ὑπὸ σοῦ στρατεύεσθαι, πολεμικοῦ σφόδρα ἀνδρός, ἀναγράφηται ὑπὲρ οἷα πεπραχότων τιμωρὸς ἀνίσταται. ἀλλ’ οὐκ ἐθέλετε· καθ’ ἕνα γὰρ ὑμῶν ὀνομαζόντων πολλὰς αἰτίας, ἀπηρ- τημένας ἔξω δείκνυτε. ἀλλὰ μὴν εἴ τις ἀφεὶς τοὺς ἐν τέλει διὰ τὸ μὴ δοκεῖν ὅσιον αὐτόν σε σκέπτοιτο, τοῦ πάντων χαλεπωτέρου τυχεῖν ὀλέθρου νομίσειεν ἂν ἄξιον εἶναι, ὃς ἀποδόμενος τὴν οἰκίαν καὶ τὰ χωρία καὶ εἴ τί σοι πατρῷον ἦν ἀνδράποδον, στρατιὰν ἐπ’ ἐμὲ μισθοφορεῖς καὶ Καμαριναίους νεώτερα ἀναγκάζεις φρονεῖν. ταῦτα δὲ ποιῶν οὐδὲν ἀλλ’ ἢ σαυτὸν μὲν ἀπέ- γνωκας ἄξιον ἴσως ὄντα (πολλὰ γάρ σοι καὶ δεινὰ πέπρακται), βιάζῃ δὲ τὴν πόλιν τῆς σῆς ἀφροσύνης οὐκ ἐπαΐουσαν ἀπολαῦσαι.