Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τοὺς μὲν γάμους ἦχθαι τῆς Φιλοδήμου θυγατρὸς θᾶττον ἢ σὺ ἐπέστειλας ἔτυχες ἡμῖν ἠκούσαμεν· φθάνει γὰρ ἡ φήμη καὶ τοὺς πάνυ πολλῇ σπουδῇ περὶ τὰς μηνύσεις κεχρημένους, ἐπεὶ ταχεῖα τῶν γινομένων, κἂν διὰ μακρᾶς τὸ πραχθὲν κομίζῃ, ἄγγελος ἡ θεός. καὶ ἡμεῖς τάχα ἂν εἰκότως ἐμεμψάμεθα αὐτὴν τὸ τοιοίδε παραδεδόσθαι καὶ διὰ τἄλλα μὲν ἀδίκως εἰς τοσαύτην ὠμότητα διαβαλλόμενοι, οὐχ ἥκιστα δὲ καὶ διὰ ταύτην κατεγνωσμένοι. φέρει γὰρ ἡμᾶς κακοὺς πανταχόθεν περιβοῶσα τοῖς ἀκουσομένοις, καὶ διὰ ταύτην οὐδ’ ἰδόντες ἐμέ πω τῶν νῦν ὄντων τινὲς οὔτε πειραθέντες ὡς ἐπ’ ἀνθρώπων γεγονότα ὀλέθρῳ προβέβληνται.

(2) ταῦτα μὲν οὖν ἐμὰ ταλαιπωρήματα καὶ οὐδενὸς

ἑτέρου· τὴν δ’ οἰκίαν, εἰς ἣν ἐτελέσθησαν αἱ πρῶται σύνοδοι Λέοντί τε καὶ Θεανοῖ, κρατεῖν αὐτοῖς, ὡς ἔχουσιν, ἐπίτρεπε, μηδὲ ἀνίστα τὸν Ὑμέναιον ἀπὸ τῆς ἑστίας, ἔνθα ᾔσθη. ἄξιον τὸ δώρημα τοῖς κομι- σομένοις ἀποδοχῆς νενομίκαμεν· φίλτατα γὰρ τὰ χωρία τοῖς νυμφαγωγηθεῖσιν, ἔνθα ἂν τὰ πρῶτα δεσμὰ ἀπόθωνται παρθενίας. φθόνου δὲ Συρακουσίοις μᾶλλον ἄξιος Φιλόδημος ἢ ἐλέου κριθήτω, καὶ μηδεὶς εὐτυχὴς οὕτως ἐν εὐδαιμονίας μοίρᾳ ὡς ἐκεῖνος ἐν κακοπραγίᾳ τύχης τοῖς φθονοῦσι νομισθήτω. Φάλαριν δὲ μισεί- τωσαν ἅπαντες (οὐ γὰρ παραιτοῦμαι μῖσος ἀζήμιον), εὐχέσθωσαν δὲ καλῶς κατὰ σφᾶς, κἂν μὴ προσποιῶνται, τοιούτων καὶ αὐτοὶ λαβέσθαι φίλων.