Epistulae
Phalaridis Epistulae
Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
Ἐκ πολλῶν πάνυ χρημάτων ὧν ἐδανείσασθε παρ’ ἐμοῦ ὀκτὼ τάλαντα μόνον ἀποδοῦναι πείσαντες, καὶ ταῦτα ἐν οἷς μάλιστα καιροῖς χρημάτων ἐδεόμην ἐπικουφισθέντες, οὐδὲ περὶ ταῦτα εὐτακτήκατε, ἀλλὰ τέσσαρα μόλις ἀχθόμενοι καὶ στένοντες διελύσασθε. τέσσαρα δ’ ἀκμὴν κατέχετε. καὶ μὰ τοὺς θεοὺς οὐχ οὕτω περὶ τούτων ἄχθομαι ὡς περὶ τῆς ἐπὶ τοῖς ἀφε
θεῖσι χάριτος· ἡ μὲν γὰρ χρεωκοπία ὑμῶν, ἐὰν ἐπιτρέπωμεν καὶ τοῦτο, τεσσάρων μόνον ταλάντων ἔχει τὴν ζημίαν, ἡ δ’ ἀχαριστία ὑπερδεκατάλαντον τὴν βλάβην. ὁμοίως γὰρ καὶ ταῦτα ἀποδώσειν ὑπισχνεῖσθε καὶ τὰς περὶ ἐκείνων εἰδέναι χάριτας ὡμολογεῖτε. ὥστε οὐδεμία περὶ τῆς ἐν ὑμῖν οὔσης ἀχαριστίας χρηστὴ ἐλπίς, εἰ τὴν ἐφ’ ὑμῖν οὖσαν κομιδὴν οὐχ οἷοί τε ἐγένεσθε ἐκτίνειν.(2) οὐ μὴν ἀλλ’ εἰ καὶ ταύτης ἐστὲ τῆς γνώμης, ἐγὼ πυνθανόμενος ὑμᾶς παρὰ τῶν πρέ- σβεων ἐνδεῶς ἔχειν καὶ ἐκ τῶν ἰδίων οἴκων εἰσφέρειν, ἀφίημι καὶ τούτων τὴν πόλιν, μᾶλλον δέ, εἰ καὶ τὰ ἀποδοθέντα βούλεσθε λαμβάνειν, ἀποπέμπειν ἕτοιμός εἰμι, εἰ μέλλετε ἐπωφελεῖσθαι καὶ μὴ οἱ τὰ τοῦ δήμου κλέψαντες, ἐξ ὧν ὑμεῖς κοινῇ πένεσθε, καὶ ταῦτα οἴσονται. τὰς δ’ ἀναστάσεις τῶν εἰκόνων, ἃς εὐεργεσίας ἀμοιβὴν εἰς ἐμὲ πρεσβεύοντες ἐπαγγέλλεσθε, μὴ φιλοτιμεῖσθε. μετὰ γὰρ τὴν ἐμαυτοῦ καὶ τὴν εἰς ταῦτα ὑμῖν χαρίζομαι δαπάνην.