Fragmenta
Bion of Phlossa
Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- τόσσον ἀφαυρότερος μήνας, ὅσον ἔξοχος ἄστρων,
- χαῖρε φίλος, καί μοι ποτὶ ποιμένα κῶμον ἄγοντι
- ἀντὶ σελαναίας τὺ δίδου φάος, ὥνεκα τήνα
- σάμερον ἀρχομένα τάχιον δύεν. οὐκ ἐπὶ φωρὰν
- ἔρχομαι, οὐδ’ ἵνα νυκτὸς ὁδοιπορέοντας ἐνοχλέω·
- ἀλλ’ ἐράω· καλὸν δέ τ’ ἐρασσαμένω συναρέσθαι.
- Ἅμερε Κυπρογένεια, Διὸς τέκος ἠὲ θαλάσσας,
- τίπτε τόσον θνατοῖσι καὶ ἀθανάτοισι χάλεπτες;
- τυτθὸν ἔφαν· τί νυ τόσσον ἀπήχθεο καὶ τεῒν αὐτᾷ,
- ταλίκον ὡς πάντεσσι κακὸν τὸν Ἔρωτα τεκέσθαι,
- ἄγριον, ἄστοργον, μορφᾷ νόον οὐδὲν ὁμοῖον;
- ἐς τί δέ νιν πτανὸν καὶ ἑκαβόλον ὤπασας ἦμεν,
- ὡς μὴ πικρὸν ἐόντα δυναίμεθα τῆνον ἀλύξαι;
- --- ἀμφασία τὸν Φοῖβον ἕλεν τὸ σὸν ἄλγος ὁρῶντα.
- δίζετο φάρμακα πάντα, σοφὰν δ’ ἐπεμαίετο τέχναν,
- χρῖεν δ’ ἀμβροσίᾳ καὶ νέκταρι, χρῖεν ἅπασαν