Fragmenta
Bion of Phlossa
Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- εἰ δὲ θεοὶ κατένευσαν ἕνα χρόνον ἐς βίον ἐλθεῖν
- ἀνθρώποις, καὶ τόνδε βραχὺν καὶ μείονα πάντων,
- ἐς πόσον ἆ δειλοὶ καμάτως κεἰς ἔργα πονεῦμες,
- ψυχὰν δ’ ἄχρι τίνος ποτὶ κέρδεα καὶ ποτὶ τέχνας
- βάλλομες, ἱμείροντες ἀεὶ πολὺ πλείονος ὄλβω;
- λαθόμεθ’ ἦ ἄρα πάντες, ὅτι θνατοὶ γενόμεσθα,
- χὠς βραχὺν ἐκ Μοίρας λάχομες χρόνον;---
- Ὄλβιοι οἱ φιλέοντες, ἐπὴν ἴσον ἀντεράωνται.
- ὄλβιος ἦν Θησεὺς τῶ Πειριθόω παρεόντος,
- εἰ καὶ ἀμειλίκτοιο κατήλυθεν εἰς Ἀΐδαο.
- ὄλβιος ἦν χαλεποῖσιν ἐν Ἀξείνοισιν Ὀρέστας,
- ὥνεκά οἱ ξυνὰς Πυλάδας ᾅρητο κελεύθως.
- ἦν μάκαρ Αἰακίδας ἑτάρω ζώοντος Ἀχιλλεύς·
- ὄλβιος ἦν θνᾴσκων, ὅτι οἱ μόρον αἰνὸν ἄμυνεν.
- Ἕσπερε, τᾶς ἐρατᾶς χρύσεον φάος Ἀφρογενείας,
- Ἕσπερε κυανέας ἱερὸν φίλε νυκτὸς ἄγαλμα,