Fragmenta
Bion of Phlossa
Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- ὠτειλάν· Μοίραισι δ’ ἀναλθέα φάρμακα πάντα ---
- --- αὐτὰρ ἐγὼν βασεῦμαι ἐμὰν ὁδὸν ἐς τὸ κάταντες
- τῆνο ποτὶ ψάμαθόν τε καὶ ἀϊόνα ψιθυρίσδων,
- λισσόμενος Γαλάτειαν ἀπηνέα· τὰς δὲ γλυκείας
- ἐλπίδας ὑστατίω μέχρι γήραος οὐκ ἀπολειψῶ---
- --- οὐ καλὸν ὦ φίλε πάντα λόγον ποτὶ τέκτονα φοιτᾶν,
- μηδ’ ἐπὶ πάντ’ ἄλλω χρέος ἰσχέμεν· ἀλλὰ καὶ αὐτὸς
- τεχνᾶσθαι σύριγγα· πέλει δέ τοι εὐμαρὲς ἔργον---
- Μοίσας Ἔρως καλέοι, Μοῖσαι τὸν Ἔρωτα φέροιεν.
- μολπὰν ταὶ Μοῖσαί μοι ἀεὶ ποθέοντι διδοῖεν,
- τὰν γλυκερὰν μολπάν, τᾶς φάρμακον ἅδιον οὐδέν.
- ---ἐκ θαμινᾶς ῥαθάμιγγος, ὅπως λόγος, αἰὲς ἰοίσας
- χἀ λίθος ἐς ῥωχμὸν κοιλαίνεται---
- ---μηδὲ λίπῃς μ’ ἀγέραστον, ἐπεὶ χὠ Φοῖβος ἀείδων
- μισθοδοκεῖ. τιμὰ δὲ τὰ πράγματα κρέσσονα ποιεῖ---
- ---μορφὰ θηλυτέραισι πέλει καλόν, ἀνέρι δ’ ἀλκά---