Fragmenta
Bion of Phlossa
Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- τῆνον ὑπεκφεύγοντι καὶ οὐκ ἐθέλοντι διδάσκειν·
- ἢν δὲ νόον τις Ἔρωτι δονεύμενος ἁδὺ μελίσδῃ,
- ἐς τῆνον μάλα πᾶσαι ἐπειγόμεναι προρέοντι.
- μάρτυς ἐγών, ὅτι μῦθος ὅδ’ ἔπλετο πᾶσιν ἀλαθής.
- ἢν μὲν γὰρ βροτὸν ἄλλον ἢ ἀθανάτων τινὰ μέλπω,
- βαμβαίνει μοι γλῶσσα καὶ ὡς πάρος οὐκέτ’ ἀείδει·
- ἢν δ’ αὖτ’ ἐς τὸν Ἔρωτα καὶ ἐς Λυκίδαν τι μελίσδω,
- καὶ τόκα μοι χαίροισα διὰ στόματος ῥέει αὐδά.
- --- Οὐκ οἶδ᾽, οὐδ’ ἐπέοικεν ἃ μὴ μάθομες πονέεσθαι.
- εἴ μοι καλὰ πέλει τὰ μελύδρια, καὶ τάδε μῶνα
- κῦδος ἐμοὶ θήσοντι, τά μοι πάρος ὤπασε Μοῖρα·
- εἰ δ’ οὐχ ἁδέα ταῦτα, τί μοι ποτὶ πλείονα μοχθεῖν;
- εἰ μὲν γὰρ βιότω διπλόον χρόνον ἄμμιν ἔδωκεν
- ἢ Κρονίδας ἢ Μοῖρα πολύτροπος, ὥστ’ ἀνύεσθαι
- τὸν μὲν ἐς εὐφροσύναν καὶ χάρματα, τὸν δ’ ἐπὶ μόχθῳ,
- ἦν τάχα μοχθήσαντί ποθ’ ὕστερον ἐσθλὰ δέχεσθαι.