Epitaphius Adonis
Bion of Phlossa
Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- αἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς Ἄδωνις.
- δάκρυον ἁ Παφία τόσσον χέει, ὅσσον Ἄδωνις
- αἷμα χέει· τὰ δὲ πάντα ποτὶ χθονὶ γίνεται ἄνθη.
- αἷμα ῥόδον τίκτει, τὰ δὲ δάκρυα τὰν ἀνεμώναν.
- αἰάζω τὸν Ἄδωνιν, ἀπώλετο καλὸς Ἄδωνις.
- μηκέτ’ ἐνὶ δρυμοῖσι τὸν ἀνέρα μύρεο Κύπρι.
- οὐκ ἀγαθὰ στιβάς ἐστιν Ἀδώνιδι φυλλὰς ἐρήμα·
- λέκτρον ἔχοι Κυθέρεια τὸ σὸν καὶ νεκρὸς Ἄδωνις.
- καὶ νέκυς ὢν καλός ἐστι, καλὸς νέκυς, οἷα καθεύδων.
- κάτθεό νιν μαλακοῖς ἐνὶ φάρεσιν οἷς ἐνίαυεν,
- ᾧ μετὰ τεῦς ἀνὰ νύκτα τὸν ἱερὸν ὕπνον ἐμόχθει
- παγχρυσέῳ κλιντῆρι· ποθεῖ καὶ στυμνὸν Ἄδωνιν.
- βάλλε δέ νιν στεφάνοισι καὶ ἄνθεσι· πάντα σὺν αὐτῷ,
- ὡς τῆνος τέθνακε καὶ ἄνθεα πάντα θανόντων.
- ῥαῖνε δέ νιν Συρίοισιν ἀλείφασι, ῥαῖνε μύροισιν·
- ὀλλύσθω μύρα πάντα· τὸ σὸν μύρον ὤλετ’ Ἄδωνις.
- κέκλιται ἁβρὸς Ἄδωνις ἐν εἵμασι πορφυρέοισιν·
- ἀμφὶ δέ νιν κλαίοντες ἀναστενάχουσιν Ἔρωτες