Epitaphius Adonis
Bion of Phlossa
Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- κειράμενοι χαίτας ἐπ’ Ἀδώνιδι· χὢ μὲν ὀϊστώς,
- ὃς δ’ ἐπὶ τόξον ἔβαλλεν, ὃ δὲ πτερόν, ὃς δὲ φαρέτραν·
- χὢ μὲν ἔλυσε πέδιλον Ἀδώνιδος, οἳ δὲ λέβητι
- χρυσείῳ φορέουσιν ὕδωρ, ὃ δὲ μηρία λούει,
- ὃς δ’ ὄπιθεν πτερύγεσσιν ἀναψύχει τὸν Ἄδωνιν.
- αἰαῖ τὰν Κυθέρειαν ἐπαιάζουσιν Ἔρωτες.
- ἔσβεσε λαμπάδα πᾶσαν ἐπὶ φλιαῖς Ὑμέναιος,
- καὶ στέφος ἐξεπέτασσε γαμήλιον· οὐκέτι δ’ Ὑμήν,
- Ὑμὴν οὐκέτ’ ἀείδει ἑὸν μέλος, ἀλλ’ ἐπαείδει
- αἰαῖ καὶ τὸν Ἄδωνιν ἔτι πλέον ἢ Ὑμέναιον.
- αἱ Χάριτες κλαίοντι τὸν υἱέα τῶ Κινύραο,
- ὤλετο καλὸς Ἄδωνις ἐν ἀλλάλαισι λέγουσαι.
- αἰαῖ δ’ ὀξὺ λέγοντι πολὺ πλέον ἢ Παιῶνα.
- χαἰ Μοῖραι τὸν Ἄδωνιν ἀνακλείουσιν Ἄδωνιν,
- καί νιν ἐπαείδουσιν· ὃ δέ σφισιν οὐχ ὑπακούει·
- οὐ μὰν οὐκ ἐθέλει, Κώρα δέ νιν οὐκ ἀπολύει.
- λῆγε γόων Κυθέρεια τὸ σάμερον, ἴσχεο κομμῶν·
- δεῖ σε πάλιν κλαῦσαι, πάλιν εἰς ἔτος ἄλλο δακρῦσαι.