Epitaphius Adonis

Bion of Phlossa

Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. ἔγρεο τυτθὸν Ἄδωνι, τὸ δ’ αὖ πύματόν με φίλησον,
  2. τοσσοῦτόν με φίλησον, ὅσον ζώῃ τὸ φίλημα,
  3. ἄχρις ἀποψύχῃς ἐς ἐμὸν στόμα κεἰς ἐμὸν ἧπαρ
  4. πνεῦμα τεὸν ῥεύσῃ, τὸ δέ σευ γλυκὺ φίλτρον ἀμέλξω,
  5. ἐκ δὲ πίω τὸν ἔρωτα, φίλημα δὲ τοῦτο φυλάξω
  6. ὡς αὐτὸν τὸν Ἄδωνιν, ἐπεὶ σύ με δύσμορε φεύγεις,
  7. φεύγεις μακρὸν Ἄδωνι, καὶ ἔρχεαι εἰς Ἀχέροντα
  8. πὰρ στυγνὸν βασιλῆα καὶ ἄγριον, ἁ δὲ τάλαινα
  9. ζώω καὶ θεὸς ἐμμὶ καὶ οὐ δύναμαί σε διώκειν.
  10. λάμβανε Περσεφόνα τὸν ἐμὸν πόσιν· ἐσσὶ γὰρ αὐτὰ
  11. πολλὸν ἐμεῦ κρέσσων, τὸ δὲ πᾶν καλὸν ἐς σὲ καταρρεῖ·
  12. ἐμμὶ δ’ ἐγὼ πανάποτμος, ἔχω δ’ ἀκόρεστον ἀνίαν,
  13. καὶ κλαίω τὸν Ἄδωνιν, ὅ μοι θάνε, καί σε φοβεῦμαι.
  14. θνᾴσκεις ὦ τριπόθητε, πόθος δέ μοι ὡς ὄναρ ἔπτα,
  15. χήρα δ’ ἁ Κυθέρεια, κενοὶ δ’ ἀνὰ δώματ’ Ἔρωτες.
  16. σοὶ δ’ ἅμα κεστὸς ὄλωλε. τί γὰρ τολμηρὲ κυνάγεις;
  17. καλὸς ἐὼν τοσσοῦτον ἐμήναο θηρὶ παλαίειν;’
  18. ὧδ’ ὀλοφύρατο Κύπρις· ἐπαιάζουσιν Ἔρωτες