Epitaphius Adonis
Bion of Phlossa
Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- χιόνεοι τὸ πάροιθεν Ἀδώνιδι πορφύροντο.
- αἰαῖ τὰν Κυθέρειαν ἐπαιάζουσιν Ἔρωτες.
- ὤλεσε τὸν καλὸν ἄνδρα, συνώλεσεν ἱερὸν εἶδος.
- Κύπριδι μὲν καλὸν εἶδος, ὅτε ζώεσκεν Ἄδωνις·
- κάτθανε δ’ ἁ μορφὰ σὺν Ἀδώνιδι. τὰν Κύπριν αἰαῖ
- ὤρεα πάντα λέγοντι, καὶ αἱ δρύες αἲ τὸν Ἄδωνιν.
- καὶ ποταμοὶ κλαίουσι τὰ πένθεα τᾶς Ἀφροδίτας,
- καὶ παγαὶ τὸν Ἄδωνιν ἐν ὤρεσι δακρύοντι,
- ἄνθεα δ’ ἐξ ὀδύνας ἐρυθαίνεται· ἁ δὲ Κυθήρα
- πάντας ἀνὰ κναμώς, ἀνὰ πᾶν νάπος οἰκτρὸν ἀείδει
- αἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς Ἄδωνις.
- Ἀχὼ δ’ ἀντεβόασεν ἀπώλετο καλὸς Ἄδωνις.
- Κύπριδος αἰνὸν ἔρωτα τίς οὐκ ἔκλαυσεν ἂν αἰαῖ;
- ὡς ἴδεν, ὡς ἐνόησεν Ἀδώνιδος ἄσχετον ἕλκος,
- ὡς ἴδε φοίνιον αἷμα μαραινομένῳ περὶ μηρῷ,
- πάχεας ἀμπετάσασα κινύρετο· ‘μεῖνον Ἄδωνι,
- δύσποτμε μεῖνον Ἄδωνι, πανύστατον ὥς σε κιχείω,
- ὥς σε περιπτύξω καὶ χείλεα χείλεσι μίξω.