Epitaphius Adonis

Bion of Phlossa

Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. λεπτὸν ἀποψύχων· τὸ δέ οἱ μέλαν εἴβεται αἷμα
  2. χιονέας κατὰ σαρκός, ὑπ’ ὀφρύσι δ’ ὄμματα ναρκῇ,
  3. καὶ τὸ ῥόδον φεύγει τῶ χείλεος· ἀμφὶ δὲ τήνῳ
  4. θνᾴσκει καὶ τὸ φίλημα, τὸ μήποτε Κύπρις ἀνοίσει.
  5. Κύπριδι μὲν τὸ φίλημα καὶ οὐ ζώοντος ἀρέσκει,
  6. ἀλλ’ οὐκ οἶδεν Ἄδωνις, ὅ νιν θνᾴσκοντ’ ἐφίλησεν.
  7. αἰάζω τὸν Ἄδωνιν· ἐπαιάζουσιν Ἔρωτες.
  8. ἄγριον ἄγριον ἕλκος ἔχει κατὰ μηρὸν Ἄδωνις·
  9. μεῖζον δ’ ἁ Κυθέρεια φέρει ποτικάρδιον ἕλκος.
  10. τῆνον μὲν περὶ παῖδα φίλοι κύνες ὠδύραντο
  11. καὶ Νύμφαι κλαίουσιν ὀρειάδες· ἁ δ’ Ἀφροδίτα
  12. λυσαμένα πλοκαμῖδας ἀνὰ δρυμὼς ἀλάληται
  13. πενθαλέα νήπλεκτος ἀσάνδαλος· αἱ δὲ βάτοι νιν
  14. ἐρχομέναν κείροντι καὶ ἱερὸν αἷμα δρέπονται·
  15. ὀξὺ δὲ κωκύουσα δι’ ἄγκεα μακρὰ φορεῖται
  16. Ἀσσύριον βοόωσα πόσιν καὶ παῖδα καλεῦσα.
  17. ἀμφὶ δέ νιν μέλαν αἷμα παρ’ ὀμφαλὸν ᾀωρεῖτο,
  18. στήθεα δ’ ἐκ μηρῶν φοινίσσετο, τοὶ δ’ ὑπὸ μαζοὶ