Europa

Moschus

Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. ἣ δέ μιν ἀμφαφάασκε καὶ ἠρέμα χείρεσιν ἀφρὸν
  2. πολλὸν ἀπὸ στομάτων ἀπομόργνυτο, καὶ κύσε ταῦρον.
  3. αὐτὰρ ὃ μειλίχιον μυκήσατο· φαῖό κεν αὐλοῦ
  4. Μυγδονίου γλυκὺν ἦχον ἀνηπύοντος ἀκούειν.
  5. ὤκλασε δὲ πρὸ ποδοῖιν, ἐδέρκετο δ’ Εὐρώπειαν
  6. αὐχέν’ ἐπιστρέψας καί οἱ πλατὺ δείκνυε νῶτον.