Europa

Moschus

Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. ἤλυθε δ’ ἐς λειμῶνα καὶ οὐκ ἐφόβησε φαανθεὶς
  2. παρθενικάς, πάσῃσι δ’ ἔρως γένετ’ ἐγγὺς ἱκέσθαι
  3. ψαῦσαι θ’ ἱμερτοῖο βοός, τοῦ δ’ ἄμβροτος ὀδμὴ
  4. τηλόθι καὶ λειμῶνος ἐκαίνυτο λαρὸν ἀϋτμήν.
  5. στῆ δὲ ποδῶν προπάροιθεν ἀμύμονος Εὐρωπείης,
  6. καί οἱ λιχμάζεσκε δέρην, κατέθελγε δὲ κούρην.