Europa

Moschus

Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. ἣ δὲ βαθυπλοκάμοισι μετέννεπε παρθενικῇσι·
  2. δεῦθ’ ἑτάραι φίλιαι καὶ ὁμήλικες, ὄφρ’ ἐπὶ τῷδε
  3. ἑζόμεναι ταύρῳ τερπώμεθα· δὴ γὰρ ἁπάσας
  4. νῶτον ὑποστορέσας ἀναδέξεται, οἷά τ’ ἐνηὴς
  5. πρηΰς τ’ εἰσιδέειν καὶ μείλιχος, οὐδέ τι ταύροις
  6. ἄλλοισι προσέοικε· νόος δέ οἱ ἠΰτε φωτὸς