Europa
Moschus
Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- ὦλκα διατμήγει σύρων εὐκαμπὲς ἄροτρον,
- οὐδ’ οἷος ποίμνης ἐπιβόσκεται, οὐδὲ μὲν οἷος
- ὅστις ὑποδμηθεὶς ἐρύει πολύφορτον ἀπήνην.
- τοῦ δή τοι τὸ μὲν ἄλλο δέμας ξανθόχροον ἔσκε,
- κύκλος δ’ ἀργύφεος μέσσῳ μάρμαιρε μετώπῳ,
- ὄσσε δ’ ὑπογλαύσσεσκε καὶ ἵμερον ἀστράπτεσκεν.
- ἶσά τ’ ἐπ’ ἀλλήλοισι κέρα ἀνέτελλε καρήνου
- ἄντυγος ἡμιτόμου κεραῆς ἅτε κύκλα σελήνης.
- ἤλυθε δ’ ἐς λειμῶνα καὶ οὐκ ἐφόβησε φαανθεὶς
- παρθενικάς, πάσῃσι δ’ ἔρως γένετ’ ἐγγὺς ἱκέσθαι
- ψαῦσαι θ’ ἱμερτοῖο βοός, τοῦ δ’ ἄμβροτος ὀδμὴ
- τηλόθι καὶ λειμῶνος ἐκαίνυτο λαρὸν ἀϋτμήν.
- στῆ δὲ ποδῶν προπάροιθεν ἀμύμονος Εὐρωπείης,
- καί οἱ λιχμάζεσκε δέρην, κατέθελγε δὲ κούρην.
- ἣ δέ μιν ἀμφαφάασκε καὶ ἠρέμα χείρεσιν ἀφρὸν
- πολλὸν ἀπὸ στομάτων ἀπομόργνυτο, καὶ κύσε ταῦρον.
- αὐτὰρ ὃ μειλίχιον μυκήσατο· φαῖό κεν αὐλοῦ
- Μυγδονίου γλυκὺν ἦχον ἀνηπύοντος ἀκούειν.
- ὤκλασε δὲ πρὸ ποδοῖιν, ἐδέρκετο δ’ Εὐρώπειαν
- αὐχέν’ ἐπιστρέψας καί οἱ πλατὺ δείκνυε νῶτον.