Europa
Moschus
Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- χρυσείου ταλάροιο περίσκεπε χείλεα ταρσός.
- τοῖος ἔην τάλαρος περικαλλέος Εὐρωπείης.
- αἳ δ’ ἐπεὶ οὖν λειμῶνας ἐς ἀνθεμόεντας ἵκανον,
- ἄλλη ἐπ’ ἀλλοίοισι τότ’ ἄνθεσι θυμὸν ἔτερπον.
- τῶν ἣ μὲν νάρκισσον ἐΰπνοον, ἣ δ’ ὑάκινθον,
- ἣ δ’ ἴον, ἣ δ’ ἕρπυλλον ἀπαίνυτο· πολλὰ δ’ ἔραζε
- λειμώνων ἐαροτρεφέων θαλέθεσκε πέτηλα.
- αἳ δ’ αὖτε ξανθοῖο κρόκου θυόεσσαν ἔθειραν
- δρέπτον ἐριδμαίνουσαι, ἀτὰρ μεσσίστη ἄνασσα
- ἀγλαΐην πυρσοῖο ῥόδου χείρεσσι λέγουσα,
- οἷά περ ἐν Χαρίτεσσι διέπρεπεν Ἀφρογένεια.
- οὐ μὴν δηρὸν ἔμελλεν ἐπ’ ἄνθεσι θυμὸν ἰαίνειν,
- οὐδ’ ἄρα παρθενίην μίτρην ἄχραντον ἔρυσθαι.
- ἦ γὰρ δὴ Κρονίδης ὥς μιν φράσαθ̓, ὡς ἐόλητο
- θυμὸν ἀνωίστοισιν ὑποδμηθεὶς βελέεσσι
- Κύπριδος, ἣ μούνη δύναται καὶ Ζῆνα δαμάσσαι.
- δὴ γὰρ ἀλευόμενός τε χόλον ζηλήμονος Ἥρης
- παρθενικῆς τ’ ἐθέλων ἀταλὸν νόον ἐξαπατῆσαι
- κρύψε θεὸν καὶ τρέψε δέμας καὶ γείνετο ταῦρος,
- οὐχ οἷος σταθμοῖς ἐνιφέρβεται, οὐδὲ μὲν οἷος