Europa
Moschus
Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- ἥτε οἱ αἵματος ἔσκεν· ἀνύμφῳ δ’ Εὐρωπείῃ
- μήτηρ Τηλεφάσσα περικλυτὸν ὤπασε δῶρον.
- ἐν τῷ δαίδαλα πολλὰ τετεύχατο μαρμαίροντα.
- ἐν μὲν ἔην χρυσοῖο τετυγμένη Ἰναχὶς Ἰώ,
- εἰσέτι πόρτις ἐοῦσα, φυὴν δ’ οὐκ εἶχε γυναίην.
- φοιταλέη δὲ πόδεσσιν ἐφ’ ἁλμυρὰ βαῖνε κέλευθα,
- νηχομένῃ ἰκέλη· κυανῆ δ’ ἐτέτυκτο θάλασσα.
- δοιοὶ δ’ ἕστασαν ὑψοῦ ἐπ’ ὀφρύος αἰγιαλοῖο
- φῶτες ἀολλήδην, θηεῦντο δὲ ποντοπόρον βοῦν.
- ἐν δ’ ἦν Ζεὺς Κρονίδης ἐπαφώμενος ἠρέμα χερσὶ
- πόρτιος Ἰναχίης, τὴν δ’ ἑπταπόρῳ παρὰ Νείλῳ
- ἐκ βοὸς εὐκεράοιο πάλιν μετάμειβε γυναῖκα.
- ἀργύρεος μὲν ἔην Νείλου ῥόος, ἡ δ’ ἄρα πόρτις
- χαλκείη, χρυσοῦ δὲ τετυγμένος αὐτὸς ἔην Ζεύς.
- ἀμφὶ δὲ δινήεντος ὑπὸ στεφάνην ταλάροιο
- Ἑρμείης ἤσκητο· πέλας δέ οἱ ἐκτετάνυστο
- Ἄργος ἀκοιμήτοισι κεκασμένος ὀφθαλμοῖσι.
- τοῖο δὲ φοινήεντος ἀφ’ αἵματος ἐξανέτελλεν
- ὄρνις ἀγαλλόμενος πτερύγων πολυανθέϊ χροιῇ,
- ταρσὸν ἀναπλώσας ὡσείτε τις ὠκύαλος νηῦς·