Europa
Moschus
Moschus. The Greek Bucolic Poets. Edmonds, J. M. (John Maxwell) editor; London, New York: William Heinemann; G. P. Putnam's Sons, 1919.
- ‘τίς μοι τοιάδε φάσματ’ ἐπουρανίων προΐηλεν;
- ποῖοί με στρωτῶν λεχέων ὕπερ ἐν θαλάμοισιν
- ἡδὺ μάλα κνώσσουσαν ἀνεπτοίησαν ὄνειροι,
- τίς δ’ ἦν ἡ ξείνη, τὴν εἴσιδον ὑπνώουσα;
- ὥς μ’ ἔλαβε κραδίην κείνης πόθος, ὥς με καὶ αὐτὴ
- ἀσπασίως ὑπέδεκτο καὶ ὡς σφετέρην ἴδε παῖδα.
- ἀλλά μοι εἰς ἀγαθὸν μάκαρες κρήνειαν ὄνειρον.’
- ὣς εἰποῦσ̓ ἀνόρουσε, φίλας δ’ ἐπεδίζεθ’ ἑταίρας
- ἥλικας οἰέτεας θυμήρεας εὐπατερείας,
- τῇσιν ἀεὶ συνάθυρεν, ὅτ’ ἐς χορὸν ἐντύνοιτο,
- ἢ ὅτε φαιδρύνοιτο χρόα προχοῇσιν ἀναύρων,
- ἢ ὁπότ’ ἐκ λειμῶνος ἐΰπνοα λείρἰ ἀμέργοι.
- αἳ δέ οἱ αἶψα φάανθεν· ἔχον δ’ ἐν χερσὶν ἑκάστη
- ἀνθοδόκον τάλαρον· ποτὶ δὲ λειμῶνας ἔβαινον
- ἀγχιάλους, ὅθι τ’ αἰὲν ὁμιλαδὸν ἠγερέθοντο
- τερπόμεναι ῥοδέῃ τε φυῇ καὶ κύματος ἠχῇ.
- αὐτὴ δὲ χρύσεον τάλαρον φέρεν Εὐρώπεια,
- θηητόν, μέγα θαῦμα, μέγαν πόνον Ἡφαίστοιο,
- ὃν Λιβύῃ πόρε δῶρον, ὅτ’ ἐς λέχος Ἐννοσιγαίου
- ἤϊεν· ἣ δὲ πόρεν περικαλλέϊ Τηλεφαάσσῃ,