Europa
Moschus
Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- Εὐρώπῃ ποτὲ Κύπρις ἐπὶ γλυκὺν ἧκεν ὄνειρον,
- νυκτὸς ὅτε τρίτατον λάχος ἵσταται, ἐγγύθι δ’ ἠώς,
- ὕπνος ὅτε γλυκίων μέλιτος βλεφάροισιν ἐφίζων
- λυσιμελὴς πεδάᾳ μαλακῷ κατὰ φάεα δεσμῷ,
- εὖτε καὶ ἀτρεκέων ποιμαίνεται ἔθνος ὀνείρων·
- τῆμος ὑπωροφίοισιν ἐνὶ κνώσσουσα δόμοισι
- Φοίνικος θυγάτηρ ἔτι παρθένος Εὐρώπεια
- ὠίσατ’ ἠπείρους δοιὰς περὶ εἷο μάχεσθαι,
- ἄσσιον ἀντιπέρην τε· φυὴν δ’ ἔχον οἷα γυναῖκες.
- τῶν δ’ ἣ μὲν ξείνης μορφὴν ἔχεν, ἣ δ’ ἄρ’ ἐῴκει
- ἐνδαπίῃ, καὶ μᾶλλον ἑῆς περιίσχετο κούρης,
- φάσκεν δ’ ὥς μιν ἔτικτε καὶ ὡς ἀτίτηλέ μιν αὐτή.
- ἡ δ’ ἑτέρη κρατερῇσι βιωομένη παλάμῃσιν
- εἴρυεν οὐκ ἀέκουσαν, ἐπεὶ φάτο μόρσιμον εἷο
- ἐκ Διὸς αἰγιόχου γέρας ἔμμεναι Εὐρώπειαν.
- ἣ δ’ ἀπὸ μὲν στρωτῶν λεχέων θόρε δειμαίνουσα,
- παλλομένη κραδίην· τὸ γὰρ ὡς ὕπαρ εἶδεν ὄνειρον.
- ἑζομένη δ’ ἐπὶ δηρὸν ἀκὴν ἔχεν, ἀμφοτέρας δὲ
- εἰσέτι πεπταμένοισιν ἐν ὄμμασιν εἶχε γυναῖκας.
- ὀψὲ δὲ δειμαλέην ἀνενείκατο παρθένον αὐδήν·