Europa
Moschus
Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- οἳ σκηπτοῦχοι ἄνακτες ἐπὶ χθονίοισιν ἔσονται.
- ὣς φάτο· καὶ τετέλεστο τά περ φάτο. Φαίνετο μὲν δὴ
- Κρήτη, Ζεὺς δὲ πάλιν σφετέρην ἀνελάζετο μορφήν,
- λῦσε δέ οἱ μίτρην, καί οἱ λέχος ἔντυον Ὧραι.
- ἡ δὲ πάρος κούρη Ζηνὸς γένετ’ αὐτίκα νύμφη,
- καὶ Κρονίδῃ τέκνα τίκτε καὶ αὐτίκα γίνετο μήτηρ.