Eros Drapeta

Moschus

Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. εὐπλόκαμον τὸ κάρανον, ἔχει δ’ ἰταμὸν τὸ μέτωπον.
  2. μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει,
  3. βάλλει κεἰς Ἀχέροντα καὶ εἰς Ἀΐδα βασίλεια.
  4. γυμνὸς ὅλος τό γε σῶμα, νόος δέ οἱ εὖ πεπύκασται.
  5. καὶ πτερόεις ὡς ὄρνις ἐφίπταται ἄλλον ἐπ’ ἄλλῳ,
  6. ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται.
  7. τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον,
  8. τυτθὸν μὲν τὸ βέλεμνον, ἐς αἰθέρα δ’ ἄχρι φορεῖται.
  9. καὶ χρύσεον περὶ νῶτα φαρέτριον, ἔνδοθι δ’ ἐντὶ