Eros Drapeta

Moschus

Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. δραπετίδας ἐμός ἐστιν· ὁ μανύσας γέρας ἑξεῖ·
  2. μισθός τοι τὸ φίλημα τὸ Κύπριδος· ἢν δ’ ἀγάγῃ νιν,
  3. οὐ γυμνὸν τὸ φίλημα, τὺ δ’ ὦ ξένε καὶ πλέον ἑξεῖς.
  4. ἔστι δ’ ὁ παῖς περίσαμος· ἐν εἴκοσι παισὶ μάθοις νιν.
  5. χρῶτα μὲν οὐ λεύκος, πυρὶ δ’ εἴκελος· ὄμματα δ’ αὐτῷ
  6. δριμύλα καὶ φλογόεντα· κακαὶ φρένες, ἁδὺ λάλημα·
  7. οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται· ὡς μέλι φωνά,
  8. ὡς δὲ χολὰ νόος ἐστὶν· ἀνάμερος, ἠπεροπευτάς,
  9. οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδων.