Eros Drapeta
Moschus
Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- τοὶ πικροὶ κάλαμοι, τοῖς πολλάκι κἀμὲ τιτρώσκει.
- πάντα μὲν ἄγρια ταῦτα· πολὺ πλέον ἁ δαῒς αὐτῷ·
- βαιὰ λαμπὰς ἐοῖσα τὸν ἅλιον αὐτὸν ἀναίθει.
- ἤν τύ γ’ ἕλῃς τῆνον, δήσας ἄγε μηδ’ ἐλεήσῃς.
- κἢν ποτίδῃς κλαίοντα, φυλάσσεο μή σε πλανάσῃ.
- κἢν γελάῃ, τύ νιν ἕλκε. καὶ ἢν ἐθέλῃ σε φιλῆσαι,
- φεῦγε· κακὸν τὸ φίλημα, τὰ χείλεα φάρμακον ἐντί.
- ἢν δὲ λέγῃ λάβε ταῦτα, χαρίζομαι ὅσσα μοι ὅπλα,
- μὴ τὺ θίγῃς πλάνα δῶρα· τὰ γὰρ πυρὶ πάντα βέβαπται.’