Isthmean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ἰόντων δʼ ἐς ἄφθιτον ἄντρον εὐθὺς
- Χείρωνος αὐτίκʼ ἀγγελίαι·
- μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα δὶς ἐγγυαλιζέτω
- ἄμμιν· ἐν διχομηνίδεσσιν δὲ ἑσπέραις ἐρατὸν
- λύοι κεν χαλινὸν ὑφʼ ἥρωϊ παρθενίας. ὣς φάτο Κρονίδαις ἐννέποισα θεά· τοὶ δʼ ἐπὶ γλεφάροις νεῦσαν ἀθανάτοισιν· ἐπέων δὲ καρπὸς
- οὐ κατέφθινε. φαντὶ γὰρ ξύνʼ ἀλέγειν
- καὶ γάμον Θέτιος ἄνακτα. καὶ νεαρὰν ἔδειξαν σοφῶν
- στόματʼ ἀπείροισιν ἀρετὰν Ἀχιλέος·
- ὃ καὶ Μύσιον ἀμπελόεν
- αἵμαξε Τηλέφου μέλανι ῥαίνων φόνῳ πεδίον,
- γεφύρωσέ τʼ Ἀτρεΐδαισι νόστον,
- Ἑλέναν τʼ ἐλύσατο, Τρωΐας
- ἶνας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε μάχας ἐναριμβρότου
- ἔργον ἐν πεδίῳ κορύσσοντα, Μέμνονός τε βίαν
- ὑπέρθυμον Ἕκτορά τʼ ἄλλους τʼ ἀριστέας· οἷς δῶμα Φερσεφόνας μανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν, Αἴγιναν σφετέραν τε ῥίζαν πρόφαινεν.
- τὸν μὲν οὐδὲ θανόντʼ ἀοιδαὶ ἔλιπον,
- ἀλλά οἱ παρά τε πυρὰν τάφον θʼ Ἑλικώνιαι παρθένοι
- στάν, ἐπὶ θρῆνόν τε πολύφαμον ἔχεαν.
- ἔδοξʼ ἆρα τόδʼ ἀθανάτοις,
- ἐσλόν γε φῶτα καὶ φθίμενον ὕμνοις θεᾶν διδόμεν.