Isthmean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- τὸ καὶ νῦν φέρει λόγον, ἔσσυταί τε
- Μοισαῖον ἅρμα Νικοκλέος
- μνᾶμα πυγμάχου κελαδῆσαι. γεραίρετέ νιν, ὃς Ἴσθμιον ἂν νάπος
- Δωρίων ἔλαχεν σελίνων· ἐπεὶ περικτίονας
- ἐνίκασε δή ποτε καὶ κεῖνος ἄνδρας ἀφύκτῳ χερὶ κλονέων. τὸν μὲν οὐ κατελέγχει κριτοῦ γενεὰ πατραδελφεοῦ· ἁλίκων τῷ τις ἁβρὸν
- ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω
- μυρσίνας στέφανον, ἐπεί νιν Ἀλκαθόου τʼ ἀγὼν σὺν τύχᾳ
- ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν·
- τὸν αἰνεῖν ἀγαθῷ παρέχει·
- ἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾷ καλῶν δάμασεν.