Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Κλεάνδρῳ τις ἁλικίᾳ τε λύτρον
  2. εὔδοξον, ὦ νέοι, καμάτων
  3. πατρὸς ἀγλαὸν Τελεσάρχου παρὰ πρόθυρον ἰὼν ἀνεγειρέτω
  4. κῶμον, Ἰσθμιάδος τε νίκας ἄποινα, καὶ Νεμέᾳ
  5. ἀέθλων ὅτι κράτος ἐξεῦρε. τῷ καὶ ἐγώ, καίπερ ἀχνύμενος θυμόν, αἰτέομαι χρυσέαν καλέσαι Μοῖσαν. ἐκ μεγάλων δὲ πενθ έω ν λυθέντες
  6. μήτʼ ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων,
  7. μήτε κάδεα θεράπευε· παυσάμενοι δʼ ἀπρήκτων κακῶν
  8. γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον·
  9. ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς
  10. τὸν Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός,
  11. ἀτόλματον Ἑλλάδι μόχθον. ἀλλά
  12. μοι δεῖμα μὲν παροιχόμενον
  13. καρτερὰν ἔπαυσε μέριμναν· τὸ δὲ πρὸ ποδὸς ἄρειον ἀεὶ σκοπεῖν
  14. χρῆμα πᾶν. δόλιος γὰρ αἰὼν ἐπʼ ἀνδράσι κρέμαται,
  15. ἑλίσσων βίου πόρον· ἰατὰ δʼ ἔστι βροτοῖς σύν γʼ ἐλευθερίᾳ καὶ τά. χρὴ δʼ ἀγαθὰν ἐλπίδʼ ἀνδρὶ μέλειν· χρὴ δʼ ἐν ἑπταπύλοισι Θήβαις τραφέντα
  16. Αἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν,
  17. πατρὸς οὕνεκα δίδυμαι γένοντο θύγατρες Ἀσωπίδων
  18. ὁπλόταται, Ζηνί τε ἅδον βασιλέϊ.
  19. ὃ τὰν μὲν παρὰ καλλιρόῳ
  20. Δίρκᾳ φιλαρμάτου πόλιος ᾤκισσεν ἁγεμόνα·