Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. αἰνέων Μελέαγρον, αἰνέων δὲ καὶ Ἕκτορα
  2. Ἀμφιάρηόν τε,
  3. εὐανθέʼ ἀπέπνευσας ἁλικίαν
  4. προμάχων ἀνʼ ὅμιλον, ἔνθʼ ἄριστοι
  5. ἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐλπίσιν.
  6. ἔτλαν δὲ πένθος οὐ φατόν· ἀλλὰ νῦν μοι
  7. Γαιάοχος εὐδίαν ὄπασσεν
  8. ἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόσαις. ὁ δʼ ἀθανάτων μὴ θρασσέτω φθόνος,
  9. ὅ τι τερπνὸν ἐφάμερον διώκων
  10. ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον
  11. αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες·
  12. δαίμων δʼ ἄϊσος· τὰ μακρὰ δʼ εἴ τις
  13. παπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν ἕδραν· ὅτι πτερόεις ἔρριψε Πάγασος
  14. δεσπόταν ἐθέλοντʼ ἐς οὐρανοῦ σταθμοὺς
  15. ἐλθεῖν μεθʼ ὁμάγυριν Βελλεροφόνταν
  16. Ζηνός· τὸ δὲ πὰρ δίκαν
  17. γλυκὺ πικροτάτα μένει τελευτά.
  18. ἄμμι δʼ, ὦ χρυσέᾳ κόμᾳ θάλλων, πόρε, Λοξία,
  19. τεαῖσιν ἁμίλλαισιν
  20. εὐανθέα καὶ Πυθόϊ στέφανον.