Isthmean

Pindar

Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor

  1. καὶ Στρεψιάδᾳ· φέρει γὰρ Ἰσθμοῖ
  2. νίκαν παγκρατίου· σθένει τʼ ἔκπαγλος ἰδεῖν τε μορφάεις· ἄγει τʼ ἀρετὰν οὐκ αἴσχιον φυᾶς.
  3. φλέγεται δὲ ἰοπλόκοισι Μοίσαις,
  4. μάτρωΐ θʼ ὁμωνύμῳ δέδωκε κοινὸν θάλος,
  5. χάλκασπις ᾧ πότμον μὲν Ἄρης ἔμιξεν,
  6. τιμὰ δʼ ἀγαθοῖσιν ἀντίκειται.
  7. ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται,
  8. λοιγὸν ἄντα φέρων ἐναντίῳ στρατῷ,
  9. ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων
  10. ζώων τʼ ἀπὸ καὶ θανών.
  11. τὺ δέ, Διοδότοιο παῖ, μαχατὰν
  12. αἰνέων Μελέαγρον, αἰνέων δὲ καὶ Ἕκτορα
  13. Ἀμφιάρηόν τε,
  14. εὐανθέʼ ἀπέπνευσας ἁλικίαν
  15. προμάχων ἀνʼ ὅμιλον, ἔνθʼ ἄριστοι
  16. ἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐλπίσιν.
  17. ἔτλαν δὲ πένθος οὐ φατόν· ἀλλὰ νῦν μοι
  18. Γαιάοχος εὐδίαν ὄπασσεν
  19. ἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόσαις. ὁ δʼ ἀθανάτων μὴ θρασσέτω φθόνος,
  20. ὅ τι τερπνὸν ἐφάμερον διώκων