Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. τίνι τῶν πάρος, ὦ μάκαιρα Θήβα,
  2. καλῶν ἐπιχωρίων μάλιστα θυμὸν τεὸν
  3. εὔφρανας; ἦ ῥα χαλκοκρότου πάρεδρον
  4. Δαμάτερος ἁνίκʼ εὐρυχαίταν
  5. ἄντειλας Διόνυσον; ἢ χρυσῷ μεσονύκτιον νίφοντα δεξαμένα τὸν φέρτατον θεῶν,
  6. ὁπότʼ Ἀμφιτρύωνος ἐν θυρέτροις
  7. σταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς;
  8. ἢ ὅτʼ ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς;
  9. ἢ ὅτʼ ἀμφʼ Ἰόλαον ἱππόμητιν;
  10. ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανὸν
  11. μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον;
  12. ἢ Δωρίδʼ ἀποικίαν οὕνεκεν ὀρθῷ
  13. ἔστασας ἐπὶ σφυρῷ
  14. Λακεδαιμονίων, ἕλον δʼ Ἀμύκλας
  15. Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις;
  16. ἀλλὰ παλαιὰ γὰρ
  17. εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί,
  18. ὅ τι μὴ σοφίας ἄωτον ἄκρον
  19. κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν.
  20. κώμαζʼ ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ