Isthmean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ἀλλὰ παλαιὰ γὰρ
- εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί,
- ὅ τι μὴ σοφίας ἄωτον ἄκρον
- κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν.
- κώμαζʼ ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ
- καὶ Στρεψιάδᾳ· φέρει γὰρ Ἰσθμοῖ
- νίκαν παγκρατίου· σθένει τʼ ἔκπαγλος ἰδεῖν τε μορφάεις· ἄγει τʼ ἀρετὰν οὐκ αἴσχιον φυᾶς.
- φλέγεται δὲ ἰοπλόκοισι Μοίσαις,
- μάτρωΐ θʼ ὁμωνύμῳ δέδωκε κοινὸν θάλος,
- χάλκασπις ᾧ πότμον μὲν Ἄρης ἔμιξεν,
- τιμὰ δʼ ἀγαθοῖσιν ἀντίκειται.
- ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται,
- λοιγὸν ἄντα φέρων ἐναντίῳ στρατῷ,
- ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων
- ζώων τʼ ἀπὸ καὶ θανών.