Isthmean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- τίνι τῶν πάρος, ὦ μάκαιρα Θήβα,
- καλῶν ἐπιχωρίων μάλιστα θυμὸν τεὸν
- εὔφρανας; ἦ ῥα χαλκοκρότου πάρεδρον
- Δαμάτερος ἁνίκʼ εὐρυχαίταν
- ἄντειλας Διόνυσον; ἢ χρυσῷ μεσονύκτιον νίφοντα δεξαμένα τὸν φέρτατον θεῶν,
- ὁπότʼ Ἀμφιτρύωνος ἐν θυρέτροις
- σταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς;
- ἢ ὅτʼ ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς;
- ἢ ὅτʼ ἀμφʼ Ἰόλαον ἱππόμητιν;
- ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανὸν
- μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον;
- ἢ Δωρίδʼ ἀποικίαν οὕνεκεν ὀρθῷ
- ἔστασας ἐπὶ σφυρῷ
- Λακεδαιμονίων, ἕλον δʼ Ἀμύκλας
- Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις;