Isthmean
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- τὺ δέ, Διοδότοιο παῖ, μαχατὰν
- αἰνέων Μελέαγρον, αἰνέων δὲ καὶ Ἕκτορα
- Ἀμφιάρηόν τε,
- εὐανθέʼ ἀπέπνευσας ἁλικίαν
- προμάχων ἀνʼ ὅμιλον, ἔνθʼ ἄριστοι
- ἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐλπίσιν.
- ἔτλαν δὲ πένθος οὐ φατόν· ἀλλὰ νῦν μοι
- Γαιάοχος εὐδίαν ὄπασσεν
- ἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόσαις. ὁ δʼ ἀθανάτων μὴ θρασσέτω φθόνος,
- ὅ τι τερπνὸν ἐφάμερον διώκων
- ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον
- αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες·
- δαίμων δʼ ἄϊσος· τὰ μακρὰ δʼ εἴ τις
- παπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν ἕδραν· ὅτι πτερόεις ἔρριψε Πάγασος
- δεσπόταν ἐθέλοντʼ ἐς οὐρανοῦ σταθμοὺς