Isthmean

Pindar

Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor

  1. ὁ Κλεονίκου παῖς· ἐγὼ δʼ ὑψίθρονον
  2. Κλωθὼ κασιγνήτας τε προσεννέπω ἑσπέσθαι κλυταῖς
  3. ἀνδρὸς φίλου Μοίρας ἐφετμαῖς.
  4. ὔμμε τʼ, ὦ χρυσάρματοι Αἰακίδαι,
  5. τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν
  6. τάνδʼ ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις.
  7. μυρίαι δʼ ἔργων καλῶν τέτμηνθʼ ἑκατόμπεδοι ἐν σχερῷ κέλευθοι,
  8. καὶ πέραν Νείλοιο παγᾶν καὶ διʼ Ὑπερβορέους·
  9. οὐδʼ ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις,
  10. ἅτις οὐ Πηλέος ἀΐει κλέος ἥρωος, εὐδαίμονος γαμβροῦ θεῶν,
  11. οὐδʼ ἅτις Αἴαντος Τελαμωνιάδα
  12. καὶ πατρός· τὸν χαλκοχάρμαν ἐς πόλεμον
  13. ἆγε σὺν Τιρυνθίοισι πρόφρονα σύμμαχον ἐς Τρωΐαν, ἥρωσι μόχθον,
  14. Λαομεδοντίαν ὑπὲρ ἀμπλακίαν
  15. ἐν ναυσὶν Ἀλκμήνας τέκος.