Isthmean
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- ἀλλʼ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶ
- Αἰακοῦ παίδων τε· τοὶ καὶ σὺν μάχαις
- δὶς πόλιν Τρώων πράθον ἑσπόμενοι
- Ἡρακλῆϊ πρότερον,
- καὶ σὺν Ἀτρείδαις. ἔλα νῦν μοι πεδόθεν·
- λέγε, τίνες Κύκνον, τίνες Ἕκτορα πέφνον,
- καὶ στράταρχον Αἰθιόπων ἄφοβον
- Μέμνονα χαλκοάραν· τίς ἄρʼ ἐσλὸν Τήλεφον
- τρῶσεν ἑῷ δορὶ Καΐκου παρʼ ὄχθαις;
- τοῖσιν Αἴγιναν προφέρει στόμα πάτραν
- διαπρεπέα νᾶσον· τετείχισται δὲ πάλαι
- πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν.
- πολλὰ μὲν ἀρτιεπὴς
- γλῶσσά μοι τοξεύματʼ ἔχει περὶ κείνων
- κελαδέσαι· καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταις