Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Πυθέᾳ τε παγκρατίου. τὸ δʼ ἐμὸν
  2. οὐκ ἄτερ Αἰακιδᾶν κέαρ ὕμνων γεύεται·
  3. σὺν Χάρισιν δʼ ἔμολον Λάμπωνος υἱοῖς
  4. τάνδʼ ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπται
  5. θεοδότων ἔργων κέλευθον ἂν καθαράν,
  6. μὴ φθόνει κόμπον τὸν ἐοικότʼ ἀοιδᾷ
  7. κιρνάμεν ἀντὶ πόνων.
  8. καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ
  9. λόγον ἐκέρδαναν, κλέονται δʼ ἔν τε φορμίγγεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκλαῖς
  10. μυρίον χρόνον· μελέταν δὲ σοφισταῖς
  11. Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι·
  12. ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς
  13. Οἰνεΐδαι κρατεροί,
  14. ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαος
  15. γέρας ἔχει, Περσεὺς δʼ ἐν Ἄργει, Κάστορος δʼ αἰχμὰ Πολυδεύκ εο ς τʼ ἐπʼ Εὐρώτα ῥεέθροις.