Isthmean
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ
- ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ.
- ἀλλʼ ὅμως καύχημα κατάβρεχε σιγᾷ·
- Ζεὺς τά τε καὶ τὰ νέμει,
- Ζεὺς ὁ πάντων κύριος. ἐν δʼ ἐρατεινῷ
- μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον χάρμʼ ἀγαπάζοντι. μαρνάσθω τις ἔρδων
- ἀμφʼ ἀέθλοισιν γενεὰν Κλεονίκου
- ἐκμαθών· οὔτοι τετύφλωται μακρὸς
- μόχθος ἀνδρῶν· οὐδʼ ὁπόσαι δαπάναι
- ἐλπίδων ἔκνισʼ ὄπιν.
- αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις
- Φυλακίδᾳ πλαγᾶν δρόμον εὐθυπορῆσαι
- χερσὶ δεξιόν, νόῳ ἀντίπαλον.
- λάμβανέ οἱ στέφανον, φέρε δʼ εὔμαλλον μίτραν,
- καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον.