Isthmean
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- εἴ σε τούτων μοῖρʼ ἐφίκοιτο καλῶν.
- θνατὰ θνατοῖσι πρέπει.
- τὶν δʼ ἐν Ἰσθμῷ διπλόα θάλλοισʼ ἀρετά,
- Φυλακίδα, κεῖται, Νεμέα δὲ καὶ ἀμφοῖν,
- Πυθέᾳ τε παγκρατίου. τὸ δʼ ἐμὸν
- οὐκ ἄτερ Αἰακιδᾶν κέαρ ὕμνων γεύεται·
- σὺν Χάρισιν δʼ ἔμολον Λάμπωνος υἱοῖς
- τάνδʼ ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπται
- θεοδότων ἔργων κέλευθον ἂν καθαράν,
- μὴ φθόνει κόμπον τὸν ἐοικότʼ ἀοιδᾷ
- κιρνάμεν ἀντὶ πόνων.
- καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ
- λόγον ἐκέρδαναν, κλέονται δʼ ἔν τε φορμίγγεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκλαῖς
- μυρίον χρόνον· μελέταν δὲ σοφισταῖς