Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. μᾶτερ Ἁλίου πολυώνυμε Θεία,
  2. σέο ἕκατι καὶ μεγασθενῆ νόμισαν
  3. χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων·
  4. καὶ γὰρ ἐριζόμεναι
  5. νᾶες ἐν πόντῳ καὶ ὑφʼ ἅρμασιν ἵπποι
  6. διὰ τεάν, ὤνασσα, τιμὰν ὠκυδινάτοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται·
  7. ἔν τʼ ἀγωνίοις ἀέθλοισι ποθεινὸν
  8. κλέος ἔπραξεν, ὅντινʼ ἀθρόοι στέφανοι
  9. χερσὶ νικάσαντʼ ἀνέδησαν ἔθειραν
  10. ἢ ταχυτᾶτι ποδῶν.
  11. κρίνεται δʼ ἀλκὰ διὰ δαίμονας ἀνδρῶν.
  12. δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαίνοντι τὸν ἄλπνιστον εὐανθεῖ σὺν ὄλβῳ,
  13. εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ.
  14. μὴ μάτευε Ζεὺς γενέσθαι· πάντʼ ἔχεις,