Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι·
  2. ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς
  3. Οἰνεΐδαι κρατεροί,
  4. ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαος
  5. γέρας ἔχει, Περσεὺς δʼ ἐν Ἄργει, Κάστορος δʼ αἰχμὰ Πολυδεύκ εο ς τʼ ἐπʼ Εὐρώτα ῥεέθροις.
  6. ἀλλʼ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶ
  7. Αἰακοῦ παίδων τε· τοὶ καὶ σὺν μάχαις
  8. δὶς πόλιν Τρώων πράθον ἑσπόμενοι
  9. Ἡρακλῆϊ πρότερον,
  10. καὶ σὺν Ἀτρείδαις. ἔλα νῦν μοι πεδόθεν·
  11. λέγε, τίνες Κύκνον, τίνες Ἕκτορα πέφνον,
  12. καὶ στράταρχον Αἰθιόπων ἄφοβον
  13. Μέμνονα χαλκοάραν· τίς ἄρʼ ἐσλὸν Τήλεφον
  14. τρῶσεν ἑῷ δορὶ Καΐκου παρʼ ὄχθαις;