Isthmean
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος. ἄλλοτε δʼ ἀλλοῖος οὖρος
- πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει.
- τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται
- πρόξενοί τʼ ἀμφικτιόνων κελαδεννᾶς τʼ ὀρφανοὶ
- ὕβριος· ὅσσα δʼ ἐπʼ ἀνθρώπους ἄηται
- μαρτύρια φθιμένων ζωῶν τε φωτῶν
- ἀπλέτου δόξας, ἐπέψαυσαν κατὰ πᾶν τέλος· ἀνορέαις δʼ ἐσχάταισιν
- οἴκοθεν στάλαισιν ἅπτονθʼ Ἡρακλείαις·
- καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν.
- ἱπποτρόφοι τʼ ἐγένοντο,
- χαλκέῳ τʼ Ἄρει ἅδον.
- ἀλλʼ ἁμέρᾳ γὰρ ἐν μιᾷ
- τραχεῖα νιφὰς πολέμοιο τεσσάρων
- ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν·