Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. νῦν δʼ αὖ μετὰ χειμέριον ποικίλων μηνῶν ζόφον
  2. χθὼν ὥτε φοινικέοισιν ἄνθησεν ῥόδοις
  3. δαιμόνων βουλαῖς. ὁ κινητὴρ δὲ γᾶς Ὀγχηστὸν οἰκέων
  4. καὶ γέφυραν ποντιάδα πρὸ Κορίνθου τειχέων,
  5. τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνον
  6. ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν
  7. εὐκλέων ἔργων· ἐν ὕπνῳ γὰρ πέσεν· ἀλλʼ ἀνεγειρομένα χρῶτα λάμπει,
  8. Ἀωσφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις·
  9. ἅ τε κἀν γουνοῖς Ἀθανᾶν ἅρμα καρύξαισα νικᾶν
  10. ἔν τʼ Ἀδραστείοις ἀέθλοις Σικυῶνος ὤπασεν
  11. τοιάδε τῶν τότʼ ἐόντων φύλλʼ ἀοιδᾶν.
  12. οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον
  13. καμπύλον δίφρον, Πανελλάνεσσι δʼ ἐριζόμενοι δαπάνᾳ χαῖρον ἵππων.
  14. τῶν ἀπειράτων γὰρ ἄγνωστοι σιωπαί,