Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἔστι δὲ καὶ διδύμων ἀέ θλων Μελίσσῳ
  2. μοῖρα πρὸς εὐφροσύναν τρέψαι γλυκεῖαν
  3. ἦτορ, ἐν βάσσαισιν Ἰσθμοῦ δεξαμένῳ στεφάνους, τὰ δὲ κοίλᾳ λέοντος
  4. ἐν βαθυστέρνου νάπᾳ κάρυξε Θήβαν
  5. ἱπποδρομίᾳ κρατέων. ἀνδρῶν δʼ ἀρετὰν
  6. σύμφυτον οὐ κατελέγχει.
  7. ἴστε μὰν Κλεωνύμου
  8. δόξαν παλαιὰν ἅρμασιν·
  9. καὶ ματρόθε Λαβδακίδαισιν σύννομοι πλούτου διέστειχον τετραοριᾶν πόνοις.
  10. αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλʼ ἄλλοτʼ ἐξάλλαξεν· ἄτρωτοί γε μὰν παῖδες θεῶν.
  1. ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος·
  2. ὦ Μέλισσʼ, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις
  3. ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν·
  4. αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεὶ