Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἔστιν δʼ ἀφάνεια τύχας καὶ μαρναμένων,
  2. πρὶν τέλος ἄκρον ἱκέσθαι·
  3. τῶν τε γὰρ καὶ τῶν διδοῖ·
  4. καὶ κρέσσονʼ ἀνδρῶν χειρόνων
  5. ἔσφαλε τέχνα καταμάρψαισʼ. ἴστε μὰν Αἴαντος ἀλκὰν φοίνιον, τὰν ὀψίᾳ
  6. ἐν νυκτὶ ταμὼν περὶ ᾧ φασγάνῳ, μομφὰν ἔχει παίδεσσιν Ἑλλάνων ὅσοι Τρῴανδʼ ἔβαν.
  7. ἀλλʼ Ὅμηρός τοι τετίμακεν διʼ ἀνθρώπων, ὃς αὐτοῦ
  8. πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν
  9. θεσπεσίων ἐπέων λοιποῖς ἀθύρειν.
  10. τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει,
  11. εἴ τις εὖ εἴπῃ τι· καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν
  12. ἑργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί.
  13. προφρόνων Μοισᾶν τύχοιμεν, κεῖνον ἅψαι πυρσὸν ὕμνων
  14. καὶ Μελίσσῳ, παγκρατίου στεφάνωμʼ ἐπάξιον,